Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.116.1 Hdt. 8.118.1 (English) >>Hdt. 8.119.1

8.117.1 καὶ οὗτοι μὲν τοῦτον τὸν μισθὸν ἔλαβον, οἱ δὲ Πέρσαι ὡς ἐκ τῆς Θρηίκης πορευόμενοι ἀπίκοντο ἐπὶ τὸν πόρον, ἐπειγόμενοι τὸν Ἑλλήσποντον τῇσι νηυσὶ διέβησαν ἐς Ἄβυδον· τὰς γὰρ σχεδίας οὐκ εὗρον ἔτι ἐντεταμένας ἀλλʼ ὑπὸ χειμῶνος διαλελυμένας. 8.117.2 ἐνθαῦτα δὲ κατεχόμενοι σιτία τε πλέω κατʼ ὁδὸν ἐλάγχανον, καὶ οὐδένα τε κόσμον ἐμπιπλάμενοι καὶ ὕδατα μεταβάλλοντες ἀπέθνῃσκον τοῦ στρατοῦ τοῦ περιεόντος πολλοί. οἱ δὲ λοιποὶ ἅμα Ξέρξη ἀπικνέονται ἐς Σάρδις.

ch. 118 8.118.1 ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγόμενος, ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο ἐπʼ Ἠιόνα τὴν ἐπὶ Στρυμόνι, ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι διεχρᾶτο, ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτράπει ἀπάγειν ἐς τὸν Ἑλλήσποντον, αὐτὸς δʼ ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην. 8.118.2 πλέοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην. καὶ δὴ μᾶλλον γάρ τι χειμαίνεσθαι γεμούσης τῆς νεός, ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζομένων, ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἔστι σφι σωτηρίη, 8.118.3 καὶ τὸν εἶπαι· “δέσποτα, οὐκ ἔστι οὐδεμία, εἰ μὴ τούτων ἀπαλλαγή τις γένηται τῶν πολλῶν ἐπιβατέων.” καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἰπεῖν· “ἄνδρες Πέρσαι, νῦν τις διαδεξάτω ὑμέων βασιλέος κηδόμενος· ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ σωτηρίη.”



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 8.116.1 Hdt. 8.118.1 (English) >>Hdt. 8.119.1

Powered by PhiloLogic